Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
90 DK Fr. 9
Dialexeis (zachoval ?? ve spisu ?)





[Přepnout na jednoduché zobrazení]


(1) μέγιστον δὲ καὶ κάλλιστον ἐξεύρημα εὕρηται μνάμα καὶ ἐς πάντα χρήσιμον, ἐς τὰν σοφίαν τε καὶ ἐς τὸν βίον. (2) ἔστι δὲ τοῦτο [πρᾶτον]· ἐὰν προσέχηις τὸν νοῦν, διὰ τούτων παρελθοῦσα ἁ γνώμα μᾶλλον αἰσθησεῖται. (3) δεύτερον δὲ μελετᾶν, αἴ κα ἀκούσηις· τῶι γὰρ πολλάκις ταὐτὰ ἀκοῦσαι καὶ εἶπαι ἐς μνάμαν παρεγένετο σύνολον ὃ ἔμαθες. (4) τρίτον αἴ κα ἀκούσηις ἐπὶ τὰ οἶδας καταθέσθαι, οἷον τόδε· δεῖ μεμνᾶσθαι Χρύσιππον, κατθέμεν ἐπὶ τὸν χρυσὸν καὶ τὸν ἵππον. (5) ἄλλο· Πυριλάμπη κατθέμεν ἐπὶ [τὸ] πῦρ καὶ τὸ λάμπειν. τάδε μὲν περὶ τῶν ὀνυμάτων· (6) τὰ δὲ πράγματα οὕτως· περὶ ἀνδρείας ἐπὶ τὸν ῎Αρη καὶ τὸν ᾿Αχιλλῆα, περὶ χαλκείας δὲ ἐπὶ τὸν ῞Ηφαιστον, περὶ δειλίας ἐπὶ τὸν ᾿Επειόν ...