Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
28 DK B 6
Parmenidés (zachoval Simplikios ve spisu In Physica, 117, 2)





[Přepnout na jednoduché zobrazení]


χρὴ τὸ λέγειν τε νοεῖν τ᾿ ἐὸν ἔμμεναι· ἔστι γὰρ εἶναι,
μηδὲν δ᾿ οὐκ ἔστιν· τά σ᾿ ἐγὼ φράζεσθαι ἄνωγα.
πρώτης γάρ σ᾿ ἀφ᾿ ὁδοῦ ταύτης διζήσιος [εἴργω],
αὐτὰρ ἔπειτ᾿ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδὲν
πλάττονται, δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν
στήθεσιν ἰθύνει πλακτὸν νόον· οἱ δὲ φοροῦνται
κωφοὶ ὁμῶς τυφλοί τε, τεθηπότες, ἄκριτα φῦλα,
οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται
κοὐ ταὐτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος.


B 6 /1 = Simplikios, In Physica 117, 2 (secundum B 2)
ὅτι δὲ ἡ ἀντίφασις οὐ συναληθεύει, δι᾿ ἐκείνων λέγει τῶν ἐπῶν δι᾿ ὧν μέμφεται τοῖς εἰς ταὐτὸ συνάγουσι τὰ ἀντικείμενα· εἰπὼν γὰρ
ἔστι γὰρ εἶναι ,
μηδὲν δ᾿ οὐκ ἔστιν· τά σ᾿ ἐγὼ φράζεσθαι ἄνωγα.
πρώτης γάρ σ᾿ ἀφ᾿ ὁδοῦ ταύτης διζήσιος [εἴργω᾿ ἐπάγει]·
αὐτὰρ ἔπειτ᾿ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδὲν
πλάττονται, δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν
στήθεσιν ἰθύνει πλακτὸν νόον· οἱ δὲ φοροῦνται
κωφοὶ ὁμῶς τυφλοί τε, τεθηπότες, ἄκριτα φῦλα,
οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται
κοὐ ταὐτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος.

B 6 /2 = Simplikios, In Physica 78, 2
μεμψάμενος γὰρ τοῖς τὸ ὂν καὶ τὸ μὴ ὂν συμφέρουσιν ἐν τῶι νοητῶι
οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτόν (B 6. 8-9)
καὶ ἀποστρέψας τῆς ὁδοῦ τῆς τὸ μὴ ὂν ζητούσης
ἀλλὰ σὺ τῆσδ᾿ ἀφ᾿ ὁδοῦ διζήσιος εἶργε νόημα, (B 7. 2)
ἐπάγει
μοῦνος ... (B 8. 1n).
Je třeba říkat a myslet, že jsoucí jest; neboť bytí jest,
kdežto nic věru není. To na mysli mít ti kážu,
od této cesty zkoumání tě totiž chci předem [odvrátit].
Též však od oné cesty, po níž se smrtelníci, neznalí ničeho,
zmítají, dvojhlaví: Bezradnost v jejich hrudi totiž
vede jejich bloudící mysl; ti se pak ženou,
hluší a zároveň slepí, zmatenci, nesoudné davy,
pro které být a nebýt toutéž je věcí i různou,
ve všem je přece zpátky obrácená cesta.