68 DK A 75 /1
Démokritos (zachoval Sextos Empeirikos ve spisu Adversus mathematicos, IX, 24)Součástí tohoto zlomku jsou také: 68 DK A 75 /2 , 68 DK A 75 /3 , 68 DK A 76
[Přepnout na jednoduché zobrazení]
εἰσὶ δὲ οἱ ἀπὸ τῶν γιγνομένων κατὰ τὸν κόσμον παραδόξων ὑπονοήσαντες εἰς ἔννοιαν ἡμᾶς ἐληλυθέναι θεῶν, ἀφ᾿ ἧς φαίνεται εἶναι δόξης καὶ ὁ Δημόκριτος· ὁρῶντες γάρ, φησί, τὰ ἐν τοῖς μετεώροις παθήματα οἱ παλαιοὶ τῶν ἀνθρώπων καθάπερ βροντὰς καὶ ἀστραπὰς κεραυνούς τε καὶ ἄστρων συνόδους ἡλίου τε καὶ σελήνης ἐκλείψεις ἐδειματοῦντο θεοὺς οἰόμενοι τούτων αἰτίους εἶναι.