1 DK B 11 /1
Orfika (zachoval Aristotelés ve spisu De anima, I, 5; 410b22)Součástí tohoto zlomku jsou také: 1 DK B 11 /2 , 1 DK B 11 /3 , 1 DK B 11 /4
[Přepnout na bilingvní zobrazení]
φαίνεται γὰρ τά τε φυτὰ ζῆν οὐ μετέχοντα φορᾶς οὐδ᾿ αἰσθήσεως καὶ τῶν ζώιων πολλὰ διάνοιαν οὐκ ἔχειν. εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε καὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ αἰσθητικόν, οὐδ᾿ ἂν οὕτω λέγοιεν καθόλου περὶ πάσης ψυχῆς οὐδὲ περὶ ὅλης οὐδεμιᾶς.
τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς ᾿Ορφικοῖς ἔπεσι καλουμένοις λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων.
...
[Orfické vyprávění] říká, že duše vstupuje do těla z vesmíru při vdechování, jsouc nesena větry.